Page images
PDF
EPUB

Πᾶς τις ἀνὴρ ἥρως Ρουγβαίῖος· ἔνθα μὲν εἶδον
Ὃν Λεῖον καλέουσι θεοὶ, Φρόνιον δ' Επίγαιοι,
Ανθρώπων βασιλῆ ̓ ὑπερηνόρεον Σχολιαίων
Ενθα δὲ καὶ Βραχιώνα καρηκομοῶντα μάλ' εἶδον
Οὐδέ μιν ἠγνοίησά γ' ἰδών· μάλα γὰρ κλέος εὐρὺ
Βλακείων βασιλεὺς παρά γ' ἀνθρώπων κέκτητο
Οὐδ ̓ ἄρα γ ̓ οἷος ἐῆν· πολλοὶ δέ οἱ ἄνδρες ἕποντο.
Βῆ μὲν ὁμιλήσων ἑτέροις Παῦλός τε, Κέρας τε
Οὗτος ἄρ ̓ ἐν φρεσὶν ῇσι μαθηματικὴν φιλέεσκε·
Βῆ δὲ βοὴν ἀγαθοῦ κρατερὴ ἐς Κολλιέροιο·
Ημὲν σφαίραν ἀνὴρ λακτιζέμεναι ὅγ ̓ ἄριστος,
Ηδὲ μέλη ποιέειν· ἅμα δ' ἤτεν ̓Αργιφάεννος
Πᾶσαν ὅγ ' Ιστορίαν δεδαημένος ὅν κατὰ θυμόν.
Εἶδον δ ̓ Εὐάνδρων μὲν ὄχλον, Στάνιον δὲ τύραννον
Εἵπετο δ' Εὐάνδροις "Υλλος μὲν, ̓Αμαξίτυπος δὲ,
Εμπεδος ὅστις ἐῆν, μάλα δ' ἀργάλεός τε, βαρύς τε
Εἵπετό θ ̓ Οπκινίδαο λιγυφθόγγοιο ἄνακτος
Είπετο Θωμίδου τε βίη· εἵποντο δὲ πάντες
Οσσοι ἐν Εὐάνδρου βασιλῆος δώματι ναῖον.
Ενθα δ' ἔπειτα δόμου Μαϊορτίου ἄνδρες ἀγαθοὶ
Πεσαν ἑξείης· Πίριόν τ ̓ ἴδον, ἠδὲ καὶ "Ανσον
Ηδὲ Λεὼν, ἄνδρων φρονιμώτατον ἕνδεκα μοῦνον·
Εἶτα δὲ Βυῤῥαίους ἴδον ὀφθαλμοῖσιν ἰόντας,

Μαλλάβιον, δισσώ τε Χόλω, τὸν μὲν μάλ' ἐρυθρόν,

Τὸν δὲ κελαινοφαῆ, σκοτοέντα τε· βῆ δὲ καὶ Ελλὓς
*Ος τοι ἐλαφρότατος θείειν καὶ κάρτος ἄριστος.
Βουδενίους ἄρ ̓ ἴδον, Σμυθίων τ ̓ ὄχλον, Αρνοδίους τε,
̓Αρνοδίους αὐτούς τε, Κορωνοπόδην τε τύραννον.
*Αλλοι δ' ᾔεσαν ἄνδρες ἀνήριθμοι, ὅσσοι ἄριστοι,
Ηγέμονές θ' ὑπερηνόρεοι, ὅς θ' εἵπετο λαός.
Τίς δ' ἐρέει πάντας γε καταθνητῶν ἀνθρώπων ;
Οὐδ ̓ εἰ πενταετές γε καὶ ἑξάετες παραμίμνων
Εξερέοις, ὅσοι ἄνδρες ἐνὶ Ρουγβαίῳ ἄριστοι,
Πρίν κεν ἀνιηθεὶς ὅθεν ἤλυθες, αὖθις ἵκοιο.
Οὗτοι ἄρ ̓ ἐξ εὐνῆφιν ἅμ ̓ ἡοῖ φαινομενῆφιν
Ωρνυνθ'· ἐν δ ̓ ἀσάμινθῳ ἐϋξέστῳ λούσαντο.
Ἥνικα δ ̓ οὖν λούσαντο καὶ ἐχρίσαντό γ ̓ ἐλαίῳ,
Εἵματα ἑσσάμενοι, κατέβησαν ἐπ ̓ ἔργον ἕκαστος·
*Ημος δ' ήέλιος μέσσην ὅδον ἐξετέλεσσεν,
Εργα μὲν ἐξελίπον, βῆσαν δ ̓ ἐπὶ δώματα πάντες,
Εξείης δ' ἔζοντο κατὰ κλισμούς τε θρόνους τε
Τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν

Σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισι,
Κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοίο.
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδήτυος ἐξ ἔρον ἕντο,
Δώματος ἐξέρχονται ἰδ' αιθούσης ἐριδούπου
Ηρωες πάντες, βῆσαν δ ̓ ἐμέναι ἀγορήνδε.
Ἥνικα δ ̓ οὖν ἤγερθεν, ὁμηγερεές τ ̓ ἐγένοντο

Βῆ ρ ̓ ἴμεν εἰς ἀγορὴν Σιδοΐκων ὕστατος αὐτὸς,
Εξετο δ ̓ ἔνθα θρόνῳ ξυλινῷ ἔνι, σιγαλόεντι.
Τοῖσι δὲ μύθων ἦρχεν ἄναξ ἀνδρῶν Σιδοΐκων·
Κέκλυτε δῆτ ̓ ἄνδρες 'Ρουγβαίϊοι, ὅττι κεν εἴποι
Κεῖνος ἄναξ, ὃς ἄρ ̓ ἔνθα μάλ' ἀτρεκέως ἀγορεύσει,
Βλακείων ἔλπις, κρατερὴ ἰς Κολλιέροιο.

Ητοι ὅγ ̓ ὡς εἰπὼν κατ ̓ ἄρ ̓ ἔζετο· τοῖσι δ ̓ ἀνέστη
Κολλίερος, σφαίραν λακτιζέμεναι ὅγ ̓ ἄριστος
Ἠε μέλη ποιέειν· ὁ δέ μιν προσέειπ ̓ ἐπέεσσιν·
Κέκλυτε δὴ νῦν μευ, Ρουγβαίϊοι, ὅττι κεν εἴπω·
Πάντα γὰρ ὅσσα γ ̓ ἐνὶ φρεσὶν ἡμετέραις ἐνόησα
Ὑμῖν ἐξερέω, καὶ ἀπηλεγέως καταλέξω.

Ἴστε που οἴχεσθαί τε θέρος, θαλεραῖς τε Νότοιο
Οὔκετι τέρπεσθαι πνοιαῖς πίειραν ἄρουραν,
Οὐδ ̓ ἔτ ̓ ἀκμή γ ̓ ἡμῖν κρικετὴν ἔνι παίζεμεν ἄγρῳ
Τοίγαρ ἔγωγ ̓ ἐν ἐμαῖς νοέω φρεσὶν ἠδ ̓ ἐνὶ θυμῷ
Ηδη ἐν ἄγροισιν λακτίζεμεν ἡμετέροισι
Βυρσότονον σφαίραν μετ ̓ ἀριστήεσσιν ἑταίρων.

Τοῦ δ ̓ ἀγορευοντος πυκινὸς ξύνετ ̓ Αργιφάεννος,
Καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
Κολλιέρῳ μὲν ἐγὼ ταῦτα φρονέω κατὰ θυμόν
Οὐδέ τις ἄλλο θεὸς πείθει βούλευμα νοήσαι .
Ὣς ἄρα φωνήσας κατ ̓ ἄρ ̓ ἔζετο. τοῖσι δ ̓ ἀνέστη
Εὐάνδρων βασιλεὺς, κρικέτωρ Στάνιος μεγαλήτωρ.

Τὰ δ ̓ ἀπαμειβόμενος προςεφώνεεν ἄντιον αὐδῶν·
Κέκλυτε δὴ νῦν μευ, Ρουγβαίϊοι, ὅττι κεν εἴπω
*Η κακὸν ἐν φρεσὶν ᾗσιν ἐμήσατο Κολλιέρου ις
Ἠδ ̓ ἅμα ῥ ̓ Αργιφάεννος· ἐγώ δέ τοι ἄλλα μενοιν.
Καὶ γὰρ ἔμοιγε φίλη κρικετὴ 'πλετο μᾶλλον ἁπάντων
Ἢ μεγάλη πλεύρᾳ ἐνιπαίζεμεν, ἢ τελέεσσι·
Τοίγαρ ἀπαιτοῦμαι, μὴ δὴ κείνην καταλείπειν,
Μηδέπω ἐν θαλεροῖς σφαίραν λακτίζεμεν ἄγροις.

Ως ἔφαθ'· ὡμολόγει δ' οἱ ἄναξ Φρόνιος Σχολιαίων
Οἵνεκα τῆς φιλίας, κρικετὴν φρεσὶν οὐ φιλέων περ.
Ενθα δ ̓ ἄρ ̓ ἐκ θρόνου ἔστη ἄναξ ἀνδρῶν Σιδοΐκων,
Τοὺς δὲ δίχα φρονέοντας ἀμειβόμενος προσέειπεν·
*Ανερες, ὥς τοι ἄπαντες ἄρ ̓ οὐχ ὁμοθυμαδον ἔστε
Αλλῳ δ ̓ ἂρ τούτου νόος ἁνδάνει, ἄλλῳ ἐκείνου
Τοῦτό τοι ἐξερέω ἔπος, ἀτρεκέως τ ̓ ἀγορεύσω.
Οσσοι μὲν Στανίῳ ταῦτα φρονέουσιν, ἀνώγω
Ενθα μὲν ἵστασθαι· τοῖς Κολλιέρῳ δ ̓ ἄρ ̓ ἐκεῖσε.
Ως ἀγορεύοντος δ' ἄρα καρπαλίμως δίχ' ἔβησαν.
Νίκησεν δε Λεὼς Φρόνιος, Στάνιός τε τύραννος .

Τοῖσι δὲ λῦσ ̓ ἀγορὴν βασιλεὺς ἀνδρῶν Σιδοΐκων Ἐξῆλθον δ ̓ ἄρ ̓ ἅπαντες, ἐπ ̓ ἔργα δ ̓ ἔβησαν ἕκαστος. Δύσετό τ ̓ ἠέλιος,, σκιοῶντό τε πᾶσαι ἀγυιαί.

[blocks in formation]

THE

NEW RUGBEIAN.

No. VIII.

JUNE, 1859.

TABLE-TURNING.

IT may be remembered that some years ago there was a great rage for Table-turning; every one was for doing it, and in Punch, endless were the pictures of dancing, flying, and walking tables. There were found not a few among ourselves who tried with success to turn tables; and some there were who proved themselves adepts in the occult art, or science, of Electro-biology and Mesmerism. The writer was one of those who, as far as he went, met with great success in turning tables; but at that time he yielded to popular opinion and the result of the experiment whereby Faraday essayed to prove that the motion was really due to pushing. Now, any one who has ever turned tables, will bear witness that the sensation is very different from what mere pushing would cause, and is in fact very peculiar: the table seems to gallop away from you, almost faster than you can run, and with a very regular motion.

If the experiment be tried on a person, instead of on a table, and if the patient be amenable to the influence, he feels a very peculiar sensation, a strong tendency to turn round, a twitching and twisting in the face; this

« PreviousContinue »