Page images
PDF
EPUB
[blocks in formation]

Καὶ οἵδε μέν, προσηκόντως τῇ πόλει, τοιοίδε ἐγένοντο· τοὺς δὲ λοιποὺς χρὴ ἀσφαλεστέραν μὲν εὔχεσθαι, ἀτολμοτέραν δὲ μηδὲν ἀξιοῦν τὴν ἐς τοὺς πολεμίους διάνοιαν ἔχειν, σκοποῦντας μὴ λόγῳ μόνῳ τὴν ὠφέλειαν, (ἣν ἄν τις πρὸς οὐδὲν χεῖρον αὐτοὺς ὑμᾶς εἰδότας μηκύνοι, λέγων ὅσα ἐν τῷ τοὺς πολεμίους ἀμύνεσθαι ἀγαθὰ ἔνεστιν, ἀλλὰ μᾶλλον τὴν τῆς πόλεως δύναμιν καθ' ἡμέραν ἔργῳ θεωμένους, καὶ ἐραστὰς γιγνομένους αὐτῆς,—καί, ὅταν ὑμῖν μεγάλη δόξῃ εἶναι, ἐνθυμουμένους ὅτι τολμῶντες, καὶ γιγνώσκοντες τὰ δέοντα, καὶ ἐν τοῖς ἔργοις αἰσχυνόμενοι ἄνδρες αὐτὰ ἐκτήσαντο· καὶ ὁπότε καὶ πείρᾳ του σφαλείησαν, οὔκουν καὶ τὴν πόλιν γε τῆς σφετέρας ἀρετῆς ἀξιοῦντες στερίσκειν, κάλλιστον δὲ ἔρανον αὐτῇ προϊέμενοι. Κοινῇ γὰρ τὰ σώματα διδώντες, ἰδίᾳ τὸν ἀγήρων ἔπαινον ἐλάμβανον, καὶ τὸν τάφον ἐπισημότατον, οὐκ ἐν ᾧ κεῖνται μᾶλλον, ἀλλ ̓ ἐν ᾧ ἡ δόξα αὐτῶν παρὰ τῷ ἐντυχόντι ἀεὶ καὶ λόγου καὶ ἔργου καιρῷ ἀείμνηστος κατάλείπεται. 'Ανδρῶν γὰρ ἐπιφανῶν πᾶσα γῆ τάφος, καὶ οὐ στηλῶν μόνον ἐν τῇ οἰκείᾳ σημαίνει ἐπιγραφή, ἀλλὰ καὶ ἐν τῇ μὴ προσηκούσῃ ἄγραφος μνήμη παρ' ἑκάστῳ, τῆς γνώμης μᾶλλον ἢ τοῦ ἔργου, ἐνδιαιτᾶται. Οὓς νῦν ὑμεῖς ζηλώσαντες, καὶ τὸ εὔδαιμον τὸ ἐλεύθερον, τὸ δὲ ελεύθερον τὸ εὔψυχον κρίναντες, μὴ περιορᾶσθε τοὺς πολεμικοὺς κινδύνους. Οὐ γὰρ οἱ κακοπραγοῦντες δικαιότερον ἀφειδοῖεν ἂν τοῦ βίου, οἷς ἐλπὶς οὐκ ἔστ ̓ ἀγαθοῦ, ἀλλ ̓ οἷς ἡ ἐναντία μεταβολὴ ἐν τῷ ζῇν ἔτι κινδυνεύεται, καὶ ἐν οἷς μάλιστα μεγάλα τὰ διαφέροντα, ἤν τι πταίσωσιν. ̓Αλγεινοτέρα γὰρ ἀνδρί γε φρόνημα ἔχοντι ἡ [ἐν τῷ] μετὰ τοῦ μαλακισθῆναι κάκωσις, ἢ ὁ μετὰ ῥώμης καὶ κοινῆς ἐλπίδος ἅμα γιγνόμενος ἀναίσθητος θάνατος.

Ex. 232.

Descriptio pugnæ apud Salamina.

Thucydides.

Ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο,
καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ
εἰς ναῦν ἐχώρει, πᾶς θ' ὅπλων ἐπιστάτης,
Τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς,
πλέουσι δ', ὡς ἕκαστος ἦν τεταγμένος·
καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν

ΛΑ

νεῶν ἄνακτες πάντα ναυτικον λεών.

Καὶ νὺξ ἐχώρει, κοὐ μάλ ̓ Ἑλλήνων στρατὸς
κρυφαῖον ἔκπλουν οὐδαμῆ καθίστατο.
Επεί γε μέντοι λευκόπωλος ἡμέρα
πᾶσαν κατέσχε γαῖαν, εὐφεγγὴς ἰδεῖν,
πρῶτον μὲν Ηχοῖ κέλαδος Ελλήνων πάρα
μολπηδὸν εὐφήμησεν, ὄρθιον δ' ἅμα
ἀντηλάλαξε νησιώτιδος πέτρας

Ἠχώ ̇ φόβος δὲ πᾶσι βαρβάροις παρῆν
γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ
παιᾶν ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,
ἀλλ ̓ εἰς μάχην ὁρμῶντες εὐψύχῳ θράσει.
Σάλπιγξ δ' ἀὐτῇ πάντ' ἐκεῖν ̓ ἐπέφλεγεν
εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ
ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύσματος.
Θοῶς δὲ πάντες ἦσαν ἐμφανεῖς ἰδεῖν.
Τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας
ἡγεῖτο κόσμῳ, δεύτερον δ', ὁ πᾶς στόλος
ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν
πολλὴν βοήν· Ω ΠΑΙΔΕΣ ΕΛΛΗΝΩΝ, ΙΤΕ,

ΕΛΕΥΘΕΡΟΥΤΕ ΠΑΤΡΙΔ', ΕΛΕΥΘΕΡΟΥΤΕ ΔΕ

ΠΑΙΔΑΣ, ΓΥΝΑΙΚΑΣ, ΘΕΩΝ TF ΠΑΤΡΩΙΩΝ ΕΔΗ, ΘΗΚΑΣ ΤΕ ΠΡΟΓΟΝΩΝ ΝΥΝ ΥΠΕΡ ΠΑΝΤΩΝ ΑΓΩΝ.

Καὶ μὴν παρ' ἡμῶν Περσίδος γλώσσης ῥύθος ὑπηντίαζε· κουκέτ ̓ ἦν μέλλειν ἀκμή εὐθὺς δὲ ναῦς ἐν νηῒ χαλκήρη στόλον ἔπαισεν. Ηρξε δ' ἐμβολῆς Ἑλληνικὴ ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς κόρυμβ'· ἐπ' ἄλλην δ ̓ ἄλλος ἴθυνεν δόρυ. Τὰ πρῶτα μὲν δὴ ῥεῦμα Περσικοῦ στρατοῦ ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν ἤθροιστ ̓, ἀρωγὴ δ ̓ οὔτις ἀλλήλοις παρῆν, αὐτοί θ ̓ ὑφ ̓ αὑτῶν ἐμβολαῖς χαλκοστόμοις παισθέντ ̓ ἔθραυον πάντα κωπήρη στόλον, Ελληνικαί τε νᾶες οὐκ ἀφραδμόνως κύκλῳ πέριξ ἔθεινον· ἡπτιοῦτο δὲ σκάφη νεῶν, θάλασσα δ ̓ οὐκέτ ̓ ἦν ἰδεῖν, ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν· ἀκταὶ δὲ νεκρῶν χοιράδες τ ̓ ἐπλήθυον. Φυγῇ δ' ἀκόσμως πᾶσα ναῦς ἠρέσσετο, ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.

Οἱ δ ̓, ὥστε θύννους ἤ τιν' ἰχθύων βόλον,
ἀγαῖσι κωπῶν, θραύσμασίν τ' ἐρειπίων
ἔπαιον, ἐῤῥάχιζον· οιμωγὴ δ' ὁμοῦ
κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,
ἕως κελαινῆς νυκτὸς ὄμμ' ἀφείλετο.
Κακῶν δὲ πλῆθος οὐδ ̓ ἄν, εἰ δέκ ̓ ἤματα
στιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμι σοί.
Εὖ γὰρ τόδ' ἴσθι, μηδάμ ̓ ἡμέρᾳ μια
πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.

Ex. 233,

Æschylus.

Agri Colonei laudes.

Εὐίππου, ξένε, τᾶστε χώρας

στροφὴ α'.

ΐκου τὰ κράτιστα γᾶς ἔπαυλα,
τὸν ἀργῆτα Κολωνόν·
ἔνθα λίγεια μινύρεται
θαμίζουσα μάλιστ ̓ ἀηδὼν
χλωραῖς ὑπὸ βάσσαις,
τὸν οἰνῶπ ̓ ἀνέχουσα κισσὸν
καὶ τὰν ἄβατον θεοῦ
φυλλάδα μυριόκαρπον, ἀνήλιον,
ἀνήνεμόν τε πάντων

χειμώνων· ἵν ̓ ὁ βακχιώτας ἀεὶ
Διόνυσος ἐμβατεύει

θεαῖς ἀμφιπολῶν τιθήναις.
Θάλλει δ' οὐρανίας ὑπ ̓ ἄχνας
ὁ καλλίβοτρυς κατ ̓ ἦμαρ αἰεὶ
νάρκισσος, μεγάλαιν θεαῖν ἀρ-
χαῖον στεφάνωμ ̓, ὅ τε

χρυσαυγὴς κρόκος· οὐδ ̓ ἄϋπνοι
κρῆναι μινύθουσι

Κηφισού νομάδες ῥεέθρων,

ἀλλ ̓ αἰὲν ἐπ' ἄματι

ὠκυτόκος πεδίων ἐπινίσσεται
ἀκηράτῳ ξὺν ὄμβρῳ

στερνούχου χθονός· οὐδὲ Μουσᾶν χοροί
νιν ἀπεστύγησαν, οὐδὲ

μὰν χρυσάνιος ̓Αφροδίτα.

ἔστιν δ ̓ οἷον ἐγὼ γῆς ̓Ασίας οὐκ ἐπακούω,
οὐδ ̓ ἐν τῷ μεγάλᾳ Δωρίδι νάσῳ

ἀντιστρ. α'.

στρ. β'.

Πέλοπος πώποτε βλαστόν,
φίτευμ ̓ ἀχείρωτον, αὐτόποιον,
ἐγχέων φόβημα δαίων,

ὃ τῇδε θάλλει μέγιστα χώρα,
γλαυκᾶς παιδοτρόφου φύλλον ἐλαίας
τὸ μέν τις οὔτε νέος, οὔτε γήρᾳ
σημαίνων ἁλιώσει χερὶ πέρσας
ὁ γὰρ αἱὲν ὁρῶν κύκλος
λεύσσει νιν Μορίου Διός,
χά γλαυκώπις Αθάνα.

ἀντιστρ. β'.

Αλλον δ' αἶνον ἔχω ματροπόλει τᾷδε κράτιστον,

δῶρον τοῦ μεγάλου δαίμονος, εἰπεῖν, χθονός αὔχημα μέγιστον,

εὔιππον, εὔπωλον, εὐθάλασσον

Ὦ παῖ Κρόνου, σὺ γάρ νιν εἰς

τόδ' εἶσας αὔχημ', ἄναξ Ποσειδάν,
ἵπποισιν τὸν ἀκεστῆρα χαλινὸν
πρώταισι ταῖσδε κτίσας ἀγυιαῖς.
'Α δ' επήρετμος ἔκπαγλ ̓ ἁλία χερι
σὶ παραπτομένα πλάτα
θρώσκει, τῶν ἑκατομπόδων
Νηρήδων ἀκόλουθος.

Sophocles.

[blocks in formation]

Τίσι δ ̓ ὀφθαλμοῖς, πρὸς Διός, ἑωρῶμεν ἂν τοὺς εἰς τὴν πόλιν ἀνθρώπους ἀφικνουμένους, εἰ τὰ μὲν πράγματα εἰς ὅπερ νυνὶ περιέστη, ἡγεμὼν δὲ καὶ κύριος ᾑρέθη Φίλιππος ἁπάντων, τὸν δ' ὑπὲρ τοῦ μὴ γενέσθαι ταῦτα ἀγῶνα, ἕτεροι χωρὶς ἡμῶν ἦσαν πεποιημένοι; καὶ ταῦτα, μηδεπώποτε τῆς πόλεως ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀσφάλειαν ἄδοξον, μᾶλλον ἢ τὸν ὑπὲρ τῶν καλῶν κίνδυνον ᾑρημένης. Τίς γὰρ οὐκ οἶδεν Ἑλλήνων, τίς δὲ Βαρβάρων, ὅτι καὶ παρὰ Θηβαίων, καὶ παρὰ τῶν ἔτι τούτων πρότερον ἰσχυρῶν γενομένων Λακεδαιμονίων, καὶ παρὰ τοῦ Περσῶν βασιλέως, μετὰ πολλῆς χάριτος τοῦτ ̓ ἂν ἀσμένως ἐδόθη τῇ πόλει, ὅ, τι βούλεται λαβούσῃ, καὶ τὰ ἑαυτῆς ἐχούσῃ, τὸ κελευόμενον ποιεῖν, καὶ ἐᾷν ἕτερον τῶν Ἑλλήνων προεστάναι; ἀλλ ̓ οὐκ ἦν ταῦτα, ὡς ἔοικε, τοῖς Αθηναίοις πάτρια, οὐδ ̓ ἀνεκτά, οὐδ' ἔμφυτα, οὐδ ̓ ἐδυνήθη πώποτε τὴν πόλιν οὐδεὶς ἐκ παντὸς τοῦ χρόνου πεῖσαι τοῖς ἰσχύουσι μέν,

μὴ δίκαια δὲ πράττουσι, προσθεμένην, ἀσφαλῶς δουλεύειν, ἀλλ' ἀγωνιζομένη περὶ πρωτείων, καὶ ὑπὲρ τιμῆς καὶ δόξης κινδυνεύουσα, πάντα τὸν αἰῶνα διατετέλεκε. Καὶ ταῦθ' οὕτω σεμνὰ καὶ προσήκοντα τοῖς ἡμετέροις ἤθεσιν ὑμεῖς ὑπολαμβάνετε εἶναι, ὥστε καὶ τῶν προγόνων τοὺς ταῦτα πράξαντας μάλιστ ̓ ἐπαινεῖτε. Εἰκότως. Τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς, οἳ καὶ τὴν χώραν, καὶ τὴν πόλιν ἐκλιπεῖν ὑπέμειναν, εἰς τὰς τριήρεις ἐμβάντες, ὑπὲρ τοῦ μὴ τὸ κελευόμενον ποιῆσαι; τὸν μὲν ταῦτα συμβουλεύσαντα Θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δ' ὑπακούειν τοῖς ἐπιταττομένοις ἀποφηνάμενον Κυρσίλον καταλιθώσαντες, οὐ μόνον αὐτόν, ἀλλὰ καὶ αἱ γυναῖκες αἱ ὑμέτεραι τὴν γυναῖκα αὐτοῦ. Οὐ γὰρ ἐζήτουν οἱ τότε Αθηναῖοι οὔτε ῥήτορα, οὔτε στρατηγόν, δι' ὅτου δουλεύσουσιν εὐτυχῶς· ἀλλ' οὐδὲ ζῆν ἠξίουν, εἰ μὴ μετ ̓ ἐλευθερίας αὐτοῖς ἐξέσται τοῦτο ποιεῖν. Ηγεῖτο γὰρ αὐτῶν ἕκαστος, οὐχὶ τῷ πατρὶ καὶ τῇ μητρὶ μόνον γεγενῆσθαι, ἀλλὰ καὶ τῇ πατρίδι. Διαφέρει δὲ τί; ὅτι ὁ μὲν τοῖς γονεῦσι μόνον γεγενῆσθαι νομίζων, τὸν τῆς εἱμαρμένης καὶ τὸν αὐτόματον θάνατον περιμένει· ὁ δὲ καὶ τῇ πατρίδι, ὑπὲρ τοῦ μὴ ταύτην ἐπιδεῖν δουλεύουσαν, ἀποθνήσκειν ἐθε λήσει, καὶ φοβερωτέρας ἡγήσεται τὰς ὕβρεις καὶ τὰς ἀτιμίας, ἃς ἐν δουλευούσῃ τῇ πόλει φέρειν ἀνάγκη. Εἰ μὲν τοίνυν τοῦτ' ἐπεχείρουν λέγειν, ὡς ἐγὼ προήγαγον ὑμᾶς ἄξια τῶν προγόνων φρονεῖν, οὐκ ἔστιν ὅστις οὐκ ἂν εἰκότως ἐπιτιμήσειέ μοι. Νῦν δ ̓ ἐγὼ μὲν ὑμετέρας τὰς τοιαύτας προαιρέσεις ἀποφαίνω, καὶ δείκνυμι, ὅτι καὶ πρὸ ἐμοῦ τοῦτ ̓ εἶχε τὸ φρόνημα ἡ πόλις, τῆς μέν τοι διακονίας τῆς ἐφ ̓ ἑκάστοις τῶν πεπραγμένων, καὶ ἐμαυτῷ μετεῖναί φημι· οὗτος δὲ τῶν ὅλων κατηγορῶν, καὶ κελεύων ὑμᾶς ἐμοὶ πικρῶς ἔχειν, ὡς φόβων καὶ κινδύνων αἰτίῳ τῇ πόλει γεγενημένῳ, τῆς μὲν εἰς τὸ παρὸν τιμῆς ἐμὲ ἀποστερῆσαι γλίχεται, τὰ δ ̓ εἰς ἅπαντα τὸν λοιπὸν χρόνον ἐγκώμια ὑμῶν ἀφαιρεῖται. Εἰ γάρ, ὡς οὐ τὰ βέλτιστα ἐμοῦ πολιτευσαμένου, τουδὶ καταψηφιεῖσθε, ἡμαρτηκέναι δόξετε, οὐ τῇ τῆς τύχης ἀγνωμοσύνῃ τὰ συμβάντα παθεῖν. ̓Αλλ' οὐκ ἔστιν, οὐκ ἔστιν ὅπως ἡμάρτετε, ἄνδρες 'Αθηναῖοι, τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας, κίνδυνον ἀράμενοι· οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων, καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους, καὶ τοὺς ἐν Σαλαμίνι ναυμαχήσαντας, καὶ τοὺς ἐπ ̓ ̓Αρτεμισίῳ, καὶ πολλοὺς ἑτέρους τοὺς ἐν τοῖς δημοσίοις μνήμασι κειμένους ἀγαθοὺς ἄνδρας, οὓς ἅπαντας ὁμοίως ἡ πόλις τῆς αὐτῆς ἀξιώσασα τιμῆς,

« PreviousContinue »